Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.44 | Dem. 45.46 (English) | >>Dem. 45.50 |
45.45ἔπειτα καὶ τόδε σκοπεῖτε , εἰ ἐάσαιτʼ ἂν ἐναντίον ὑμῶν ἐμὲ προσγράψαι τι λαβόντα τὸ γραμματεῖον . οὐ δήπου . οὔκουν οὐδὲ τοῦτον ἀφαιρεῖν τῶν γεγραμμένων ἐᾶν προσήκει . τίς γὰρ ἁλώσεταί ποτε ψευδομαρτυρίων , εἰ μαρτυρήσει θʼ ἃ βούλεται , καὶ λόγον ὧν βούλεται δώσει ; ἀλλʼ οὐχ οὕτω ταῦτʼ οὔθʼ ὁ νόμος διεῖλεν οὔθʼ ὑμῖν ἀκούειν προσήκει · ἀλλʼ ἐκεῖνʼ ἁπλοῦν καὶ δίκαιον . τί γέγραπται ; τί μεμαρτύρηκας ; ταῦθʼ ὡς ἀληθῆ δείκνυε . καὶ γὰρ ἀντιγέγραψαι ταῦτα “ἀληθῆ μεμαρτύρηκα , μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα ”, οὐ τὸ καὶ τὸ τῶν ἐν τῷ γραμματείῳ .
45.46ὅτι δʼ οὕτω ταῦτʼ ἔχει , λαβὲ τὴν ἀντιγραφὴν αὐτήν μοι . λέγε .πυνθάνομαι τοίνυν αὐτοὺς καὶ περὶ ὧν ἔλαχον τὴν ἐξ ἀρχῆς δίκην , ἐρεῖν καὶ κατηγορήσειν , ὡς συκοφαντήματʼ ἦν . ἐγὼ δʼ ὃν μὲν τρόπον ἐσκευωρήσατο τὴν μίσθωσιν , ὅπως τὴν ἀφορμὴν τῆς τραπέζης κατάσχοι , εἶπον καὶ διεξῆλθον ὑμῖν , ὑπὲρ δὲ τῶν ἄλλων οὐκ ἂν οἷός τʼ εἴην λέγειν ἅμα καὶ τούτους ἐλέγχειν περὶ τῆς μαρτυρίας · οὐ γὰρ ἱκανόν μοι τὸ ὕδωρ ἐστίν .
Ἀντιγραφή
Ἀπολλόδωρος Πασίωνος Ἀχαρνεὺς Στεφάνῳ Μενεκλέους Ἀχαρνεῖ ψευδομαρτυρίων ,τίμημα τάλαντον .τὰ ψευδῆ μου κατεμαρτύρησε Στέφανος μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα .<
Στέφανος Μενεκλέους Ἀχαρνεὺς >τἀληθῆ ἐμαρτύρησα μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα .
45.47
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.44 | Dem. 45.46 (English) | >>Dem. 45.50 |